<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l><q><l n="624">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="625">ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ</l><l n="626">τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα</l><l n="627">χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα</l><l n="628">οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς</l><l n="629">ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν</l><l n="630">σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων</l><l n="631">τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων</l><l n="632">νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος</l><l n="633">ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·</l><l n="634">καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,</l><l n="635">τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="636">ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε</l><l n="637">θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης</l><l n="638">οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,</l><l n="639">ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,</l><l n="640">αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν</l><l n="641">πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων</l><l n="642">κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.</l></q><l n="643"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="644">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="645">πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·</l><l n="646">ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων</l></q></div></div></body></text></TEI>