<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="610">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="611">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l><q><l n="624">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="625">ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ</l></q></div></div></body></text></TEI>