βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος