<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l><l n="596">βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="597">ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ</l><l n="598">εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν</l><l n="599">πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.</l><l n="600">ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων</l><l n="601">ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη</l><l n="602">νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων</l><l n="603">ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.</l><l n="604">εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς</l><l n="605">οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.</l></q><l n="606"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="607">Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης</l><l n="608">χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,</l><l n="609">ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ</l></q></div></div></body></text></TEI>