<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="580">ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.</l><milestone ed="p" n="581" unit="card"/><l n="581">πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς</l><l n="582">οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο</l><l n="583">σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·</l><l n="584">πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ</l><l n="585">ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,</l><l n="586">οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·</l><l n="587">ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,</l><l n="588">πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων</l><l n="589">βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.</l><l n="590">καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις</l><l n="591">λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα</l><l n="592">κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·</l><l n="593">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,</l><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l><l n="596">βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="597">ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ</l><l n="598">εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν</l><l n="599">πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.</l><l n="600">ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων</l><l n="601">ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη</l><l n="602">νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων</l><l n="603">ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.</l><l n="604">εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς</l><l n="605">οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.</l></q><l n="606"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="607">Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης</l><l n="608">χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,</l><l n="609">ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="610">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="611">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l></div></div></body></text></TEI>