Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,