<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="559">τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον</l><l n="560">Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,</l><l n="561">τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ</l><l n="562">Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς</l><l n="563">μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα</l><l n="564">κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·</l><l n="565">τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων</l><l n="566">ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι</l><l n="567">πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,</l><l n="568">πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία</l><l n="569">κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν</l><l n="570">πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,</l><l n="571">παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς</l><l n="572">ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.</l><l n="573">τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει</l><l n="574">πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες</l><l n="575">Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,</l><l n="576">ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·</l><l n="577">ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,</l><l n="578">ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι</l><l n="579">πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,</l><l n="580">ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.</l><milestone ed="p" n="581" unit="card"/><l n="581">πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς</l><l n="582">οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο</l><l n="583">σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·</l><l n="584">πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ</l><l n="585">ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,</l><l n="586">οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·</l><l n="587">ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,</l><l n="588">πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων</l><l n="589">βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.</l><l n="590">καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις</l><l n="591">λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα</l><l n="592">κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·</l><l n="593">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,</l><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l></q></div></div></body></text></TEI>