<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="542">αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.</l><l n="543">τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος</l><l n="544">πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας</l><l n="545">καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·</l><l n="546">τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.</l><l n="547">ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν</l><l n="548">ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,</l><l n="549">Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.</l><l n="550">ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,</l><l n="551">τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο</l><l n="552">τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·</l><l n="553">ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων</l><l n="554">οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,</l><l n="555">ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ</l><l n="556">κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ</l><l n="557">κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης</l><l n="558">Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν</l><l n="559">τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον</l><l n="560">Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,</l><l n="561">τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ</l><l n="562">Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς</l><l n="563">μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα</l><l n="564">κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·</l><l n="565">τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων</l><l n="566">ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι</l><l n="567">πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,</l><l n="568">πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία</l><l n="569">κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν</l><l n="570">πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,</l><l n="571">παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς</l><l n="572">ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.</l><l n="573">τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει</l><l n="574">πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες</l><l n="575">Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,</l><l n="576">ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·</l></q></div></div></body></text></TEI>