ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·