<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l><l n="530">ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,</l><l n="531">Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,</l><l n="532">Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.</l><l n="533">καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε</l><l n="534">χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς</l><l n="535">Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,</l><l n="536">οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.</l></q></div></div></body></text></TEI>