<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="522">φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς</l><l n="523">μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l><l n="524">οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν</l><l n="525">ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·</l><l n="526">δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.</l><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l><l n="530">ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,</l><l n="531">Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,</l><l n="532">Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.</l><l n="533">καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε</l><l n="534">χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς</l><l n="535">Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,</l><l n="536">οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.</l><l n="537">ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.</l><milestone ed="p" n="538" unit="card"/><l n="538">ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα</l><l n="539">ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,</l><l n="540">ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·</l><l n="541">πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ</l><l n="542">αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.</l><l n="543">τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος</l><l n="544">πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας</l><l n="545">καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·</l><l n="546">τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.</l><l n="547">ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν</l><l n="548">ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,</l><l n="549">Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.</l><l n="550">ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,</l><l n="551">τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο</l><l n="552">τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·</l><l n="553">ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων</l><l n="554">οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,</l><l n="555">ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ</l><l n="556">κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ</l><l n="557">κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης</l><l n="558">Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν</l></q></div></div></body></text></TEI>