<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="514">τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.</l><l n="515">εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι</l><l n="516">Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,</l><l n="517">οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην</l><l n="518">Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·</l><l n="519">νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,</l><l n="520">ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους</l><l n="521">κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ</l><l n="522">φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς</l><l n="523">μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l><l n="524">οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν</l><l n="525">ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·</l><l n="526">δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.</l><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l></q></div></div></body></text></TEI>