μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι· πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες· κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι, κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος, τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.