<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l><l n="498">τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.</l><l n="499">καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι</l><l n="500">λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι</l><l n="501">λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.</l><l n="502">καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο</l><l n="503">χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,</l><l n="504">αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.</l><l n="505">ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας</l><l n="506">πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν</l></q></div></div></body></text></TEI>