νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν