<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="491">οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.</l><milestone ed="p" n="492" unit="card"/><l n="492">ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="493">τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον</l><l n="494">ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="495">ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.</l><l n="496">ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ</l><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l><l n="498">τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.</l><l n="499">καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι</l><l n="500">λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι</l><l n="501">λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.</l><l n="502">καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο</l><l n="503">χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,</l><l n="504">αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.</l><l n="505">ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας</l><l n="506">πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν</l><l n="507">βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.</l><l n="508">ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,</l><l n="509">τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·</l><l n="510">ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,</l><l n="511">λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι</l><l n="512">τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.</l><l n="513">ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι</l><l n="514">τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.</l><l n="515">εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι</l><l n="516">Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,</l><l n="517">οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην</l><l n="518">Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·</l><l n="519">νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,</l><l n="520">ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους</l><l n="521">κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ</l><l n="522">φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς</l><l n="523">μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.</l><l n="524">οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν</l><l n="525">ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·</l><l n="526">δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.</l><l n="527">μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε</l><l n="528">ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.</l><l n="529">Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι</l><l n="530">ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,</l><l n="531">Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,</l><l n="532">Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.</l><l n="533">καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε</l><l n="534">χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς</l><l n="535">Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,</l><l n="536">οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.</l><l n="537">ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.</l><milestone ed="p" n="538" unit="card"/><l n="538">ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα</l><l n="539">ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,</l><l n="540">ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·</l><l n="541">πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ</l><l n="542">αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.</l><l n="543">τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος</l><l n="544">πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας</l><l n="545">καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·</l><l n="546">τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.</l><l n="547">ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν</l><l n="548">ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,</l><l n="549">Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.</l><l n="550">ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,</l><l n="551">τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο</l><l n="552">τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·</l><l n="553">ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων</l><l n="554">οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,</l><l n="555">ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ</l><l n="556">κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ</l><l n="557">κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης</l><l n="558">Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν</l><l n="559">τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον</l><l n="560">Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,</l><l n="561">τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ</l><l n="562">Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς</l><l n="563">μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα</l><l n="564">κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·</l><l n="565">τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων</l><l n="566">ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι</l><l n="567">πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,</l><l n="568">πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία</l><l n="569">κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν</l><l n="570">πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,</l><l n="571">παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς</l><l n="572">ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.</l><l n="573">τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει</l><l n="574">πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες</l><l n="575">Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,</l><l n="576">ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·</l><l n="577">ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,</l><l n="578">ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι</l><l n="579">πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,</l><l n="580">ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.</l><milestone ed="p" n="581" unit="card"/><l n="581">πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς</l><l n="582">οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο</l><l n="583">σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·</l><l n="584">πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ</l><l n="585">ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,</l><l n="586">οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·</l><l n="587">ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,</l><l n="588">πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων</l><l n="589">βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.</l><l n="590">καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις</l><l n="591">λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα</l><l n="592">κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·</l><l n="593">ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,</l><l n="594">τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.</l><l n="595">τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,</l><l n="596">βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="597">ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ</l><l n="598">εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν</l><l n="599">πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.</l><l n="600">ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων</l><l n="601">ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη</l><l n="602">νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων</l><l n="603">ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.</l><l n="604">εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς</l><l n="605">οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.</l></q><l n="606"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="607">Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης</l><l n="608">χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,</l><l n="609">ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ</l><l n="610">ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.</l><l n="611">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="612">μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων</l><l n="613">Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ</l><l n="614">τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.</l><l n="615">καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·</l><l n="616">ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.</l><l n="617">οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων</l><l n="618">εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="619">φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.</l></q><milestone ed="p" n="620" unit="card"/><l n="620"><milestone ed="P" unit="para"/>ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ</l><l n="621">Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα</l><l n="622">ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας</l><l n="623">ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·</l><q><l n="624">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="625">ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ</l><l n="626">τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα</l><l n="627">χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα</l><l n="628">οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς</l><l n="629">ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν</l><l n="630">σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων</l><l n="631">τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων</l><l n="632">νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος</l><l n="633">ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·</l><l n="634">καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,</l><l n="635">τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="636">ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε</l><l n="637">θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης</l><l n="638">οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,</l><l n="639">ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,</l><l n="640">αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν</l><l n="641">πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων</l><l n="642">κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.</l></q><l n="643"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="644">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="645">πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·</l><l n="646">ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων</l><l n="647">μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν</l><l n="648">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="649">ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·</l><l n="650">οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος</l><l n="651">πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="652">Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι</l><l n="653">κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.</l><l n="654">ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="655">Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.</l></q><l n="656"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον</l><l n="657">σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.</l><l n="658">Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε</l><l n="659">Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.</l><l n="660">αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε</l><l n="661">κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.</l><l n="662">ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.</l><l n="663">αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·</l><l n="664">τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,</l><l n="665">Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.</l><l n="666">Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ</l><l n="667">Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς</l><l n="668">Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.</l></div></div></body></text></TEI>