οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς. ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω. ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο· ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη, ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι· δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι, οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας, τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας, ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν, αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.