ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι, πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς. ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω. ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο· ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη, ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι· δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,