<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="482">μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,</l><l n="483">καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·</l><l n="484">ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.</l><l n="485">καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="486">ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ</l><l n="487">οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,</l><l n="488">πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας</l><l n="489">ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.</l><l n="490">πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα</l><l n="491">οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.</l><milestone ed="p" n="492" unit="card"/><l n="492">ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="493">τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον</l><l n="494">ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="495">ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.</l><l n="496">ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ</l><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l></q></div></div></body></text></TEI>