<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="51">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="52">τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·</l><q><l n="53">Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,</l><l n="54">καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.</l><l n="55">οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,</l><l n="56">οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.</l><l n="57">ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης</l><l n="58">ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις</l><l n="59">Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.</l><l n="60">ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,</l><l n="61">ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι</l><l n="62">μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.</l><l n="63">ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος</l><l n="64">ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.</l><l n="65">ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ</l><l n="66">δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι</l><l n="67">λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.</l><l n="68">κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα</l><l n="69">Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.</l><l n="70">δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.</l><l n="71">πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν</l><l n="72">ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·</l><l n="73">πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.</l><l n="74">πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην</l><l n="75">βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς</l><l n="76">ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν</l><l n="77">καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;</l><l n="78">νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.</l></q><l n="79"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.</l><l n="80">ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο</l><l n="81">ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,</l><l n="82">ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος</l></div></div></body></text></TEI>