<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="467">ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ</l><l n="468">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,</l><l n="469">πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.</l><l n="470">εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·</l><l n="471">οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="472">πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,</l><l n="473">ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.</l><l n="474">ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,</l><l n="475">καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας</l><l n="476">ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς</l><l n="477">ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.</l><l n="478">φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,</l><l n="479">Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων</l><l n="480">ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,</l><l n="481">καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ</l></q></div></div></body></text></TEI>