<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l><l n="465">αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,</l><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l></q></div></div></body></text></TEI>