γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα. τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς, μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. This edition omits lines 458-461. ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,