<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l><l n="446">γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,</l><l n="447">οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα</l><l n="448">φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,</l><l n="449">ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,</l><l n="450">τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν</l><l n="451">μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων</l><l n="452">παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.</l><milestone ed="p" n="453" unit="card"/><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l><l n="465">αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,</l><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="467">ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ</l><l n="468">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,</l><l n="469">πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.</l><l n="470">εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·</l><l n="471">οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη</l></q></div></div></body></text></TEI>