<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l></q></div></div></body></text></TEI>