<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l><l n="47">φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="48">νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ</l><l n="49">Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.</l><milestone ed="p" n="50" unit="card"/></q><l n="50"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="51">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.</l><l n="52">τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·</l></div></div></body></text></TEI>