<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l></div></div></body></text></TEI>