εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω, ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.