<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l><l n="414">εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,</l><l n="415">ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν</l><l n="416">ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.</l><milestone ed="p" n="417" unit="card"/><l n="417">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην</l><l n="418">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="419">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="420">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="421">ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν</l><l n="422">ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·</l><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l></div></div></body></text></TEI>