<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l></q></div></div></body></text></TEI>