<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l></q></div></div></body></text></TEI>