<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l><l n="373">τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·</l><milestone ed="p" n="374" unit="card"/><l n="374">οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·</l><l n="375">ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις</l><l n="376">ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος</l><l n="377">ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.</l><l n="378">ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.</l><l n="379">οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη</l><l n="380">ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,</l><l n="381">οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας</l><l n="382">Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,</l><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l><l n="393">ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,</l><l n="394">Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.</l><l n="395">πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε</l><l n="396">κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,</l><l n="397">τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.</l><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l><l n="414">εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,</l><l n="415">ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν</l><l n="416">ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.</l><milestone ed="p" n="417" unit="card"/><l n="417">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην</l><l n="418">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="419">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="420">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="421">ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν</l><l n="422">ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·</l><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l><l n="446">γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,</l><l n="447">οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα</l><l n="448">φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,</l><l n="449">ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,</l><l n="450">τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν</l><l n="451">μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων</l><l n="452">παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.</l><milestone ed="p" n="453" unit="card"/><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l></q></div></div></body></text></TEI>