<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="363">ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.</l><l n="364">ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·</l><l n="365">ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν</l><l n="366">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον</l><l n="367">ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,</l><l n="368">αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων</l><l n="369">Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω</l><l n="370">ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ</l><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l></q></div></div></body></text></TEI>