ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε