<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l><l n="353">οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,</l><l n="354">ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·</l><l n="355">ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.</l><l n="356">νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ</l><l n="357">αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι</l><l n="358">νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,</l><l n="359">ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,</l><l n="360">ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας</l><l n="361">νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·</l><l n="362">εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος</l><l n="363">ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.</l><l n="364">ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·</l><l n="365">ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν</l><l n="366">ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον</l><l n="367">ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,</l><l n="368">αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων</l><l n="369">Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω</l><l n="370">ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ</l><l n="371">εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν</l><l n="372">αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε</l><l n="373">τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·</l><milestone ed="p" n="374" unit="card"/><l n="374">οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·</l><l n="375">ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις</l><l n="376">ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος</l><l n="377">ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.</l><l n="378">ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.</l><l n="379">οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη</l><l n="380">ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,</l><l n="381">οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας</l><l n="382">Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,</l><l n="383">αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας</l><l n="384">ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·</l><l n="385">οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,</l><l n="386">οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων</l><l n="387">πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.</l><l n="388">κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="389">οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,</l><l n="390">ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·</l><l n="391">οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,</l><l n="392">ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.</l><l n="393">ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,</l><l n="394">Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.</l><l n="395">πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε</l><l n="396">κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,</l><l n="397">τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.</l><l n="398">ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ</l><l n="399">γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν</l><l n="400">κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·</l><l n="401">οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν</l><l n="402">Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον</l><l n="403">τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,</l><l n="404">οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει</l><l n="405">Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.</l><l n="406">ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,</l><l n="407">κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,</l><l n="408">ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ</l><l n="409">οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.</l><l n="410">μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα</l><l n="411">διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.</l><l n="412">εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,</l><l n="413">ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·</l><l n="414">εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,</l><l n="415">ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν</l><l n="416">ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.</l><milestone ed="p" n="417" unit="card"/><l n="417">καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην</l><l n="418">οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ</l><l n="419">Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς</l><l n="420">χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.</l><l n="421">ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν</l><l n="422">ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·</l><l n="423">ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,</l><l n="424">ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν</l><l n="425">νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη</l><l n="426">ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·</l><l n="427">Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,</l><l n="428">ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται</l><l n="429">αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.</l></q><l n="430"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="431">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·</l><l n="432">ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ</l><l n="433">δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·</l><q><l n="434">εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="435">βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι</l><l n="436">πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,</l><l n="437">πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην</l><l n="438">οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="439">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε</l><l n="440">νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο</l><l n="441">οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.</l><l n="442">τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,</l><l n="443">μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.</l><l n="444">ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι</l><l n="445">λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς</l><l n="446">γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,</l><l n="447">οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα</l><l n="448">φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,</l><l n="449">ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,</l><l n="450">τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν</l><l n="451">μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων</l><l n="452">παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.</l><milestone ed="p" n="453" unit="card"/><l n="453">τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς</l><l n="454">πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,</l><l n="455">μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν</l><l n="456">ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς</l><l n="457">Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.</l><note resp="perseus">This edition omits lines 458-461.</note><l n="462">ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς</l><l n="463">πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.</l><l n="464">ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες</l><l n="465">αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,</l><l n="466">πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς</l><l n="467">ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ</l><l n="468">εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,</l><l n="469">πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.</l><l n="470">εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·</l><l n="471">οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="472">πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,</l><l n="473">ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.</l><l n="474">ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,</l><l n="475">καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας</l><l n="476">ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς</l><l n="477">ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.</l><l n="478">φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,</l><l n="479">Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων</l><l n="480">ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,</l><l n="481">καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ</l><l n="482">μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,</l><l n="483">καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·</l><l n="484">ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.</l><l n="485">καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,</l><l n="486">ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ</l><l n="487">οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,</l><l n="488">πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας</l><l n="489">ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.</l><l n="490">πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα</l><l n="491">οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.</l><milestone ed="p" n="492" unit="card"/><l n="492">ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,</l><l n="493">τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον</l><l n="494">ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ</l><l n="495">ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.</l><l n="496">ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ</l><l n="497">νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,</l><l n="498">τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.</l><l n="499">καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι</l><l n="500">λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι</l><l n="501">λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.</l><l n="502">καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο</l><l n="503">χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,</l><l n="504">αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.</l><l n="505">ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας</l><l n="506">πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν</l><l n="507">βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.</l><l n="508">ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,</l><l n="509">τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·</l><l n="510">ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,</l><l n="511">λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι</l><l n="512">τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.</l><l n="513">ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι</l><l n="514">τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.</l><l n="515">εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι</l><l n="516">Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,</l><l n="517">οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην</l><l n="518">Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·</l><l n="519">νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,</l><l n="520">ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους</l><l n="521">κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ</l></q></div></div></body></text></TEI>