ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,