<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l></q></div></div></body></text></TEI>