ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον