δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν