δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος