ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι