<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><l n="307"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="308">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="309">χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,</l><l n="310">ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,</l><l n="311">ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.</l><l n="312">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν</l><l n="313">ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.</l><l n="314">αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·</l><l n="315">οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω</l><l n="316">οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν</l><l n="317">μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.</l><l n="318">ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·</l><l n="319">ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·</l><l n="320">κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.</l><l n="321">οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ</l><l n="322">αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.</l><l n="323">ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι</l><l n="324">μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,</l><l n="325">ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,</l><l n="326">ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων</l><l n="327">ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.</l><milestone ed="p" n="328" unit="card"/><l n="328">δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,</l><l n="329">πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·</l><l n="330">τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="331">ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον</l><l n="332">Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι</l><l n="333">δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.</l><l n="334">ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·</l><l n="335">τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν</l><l n="336">εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων</l><l n="337">τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν</l><l n="338">Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας</l><l n="339">Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;</l><l n="340">ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων</l><l n="341">Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων</l><l n="342">τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν</l><l n="343">ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.</l><l n="344">νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε</l><l n="345">μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.</l><l n="346">ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι</l><l n="347">φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.</l><l n="348">ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,</l><l n="349">καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ</l><l n="350">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·</l><l n="351">ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο</l><l n="352">ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον</l><l n="353">οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,</l><l n="354">ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·</l></q></div></div></body></text></TEI>