<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="283">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="284">γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,</l><l n="285">ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><milestone ed="p" n="286" unit="card"/><l n="286">τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="287">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="288">τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι</l><l n="289">πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει</l><l n="290">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="291">ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα</l><l n="292">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l></q></div></div></body></text></TEI>