<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="273">τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα</l><l n="274">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται</l><l n="275">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι</l><l n="276">ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.</l><l n="277">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="278">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="279">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι</l><l n="280">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="281">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,</l><l n="282">αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l></q></div></div></body></text></TEI>