τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.