οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν. ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν