<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><q><l n="258">τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l></q><l n="259">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="260">παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων</l><l n="261">ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.</l><l n="262">εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω</l><l n="263">ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·</l><l n="264">ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,</l><l n="265">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους</l><l n="266">πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.</l><l n="267">οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο</l><l n="268">οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,</l><l n="269">ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.</l><l n="270">δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="271">Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς</l><l n="272">ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.</l><l n="273">τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα</l><l n="274">κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται</l><l n="275">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι</l><l n="276">ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.</l><l n="277">ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε</l><l n="278">ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,</l><l n="279">νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι</l><l n="280">εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,</l><l n="281">Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,</l><l n="282">αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.</l><l n="283">εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης</l><l n="284">γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,</l><l n="285">ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.</l><milestone ed="p" n="286" unit="card"/><l n="286">τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ</l><l n="287">Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,</l><l n="288">τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι</l><l n="289">πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει</l><l n="290">πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·</l><l n="291">ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα</l><l n="292">Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν</l></q></div></div></body></text></TEI>