<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="253">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·</l><q><l n="254">τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη</l><l n="255">δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν</l><l n="256">ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·</l><l n="257">ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον</l><l n="258">τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l></q><l n="259">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="260">παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων</l><l n="261">ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.</l><l n="262">εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω</l></q></div></div></body></text></TEI>