<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="24">ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα</l><l n="25">ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.</l><l n="26">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="27">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="28">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.</l><l n="30">δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·</l><l n="31">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="32">Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,</l><l n="33">ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.</l><l n="34">ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι</l><l n="35">φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα</l><l n="36">ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.</l><l n="37">σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·</l><l n="38">σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,</l><l n="39">ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.</l><l n="40">δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν</l><l n="41">ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;</l><l n="42">εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι</l><l n="43">ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης</l><l n="44">ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.</l><l n="45">ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ</l><l n="46">εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ</l></q></div></div></body></text></TEI>