<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="9"><q><l n="231">νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.</l><l n="232">ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο</l><l n="233">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="234">κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ</l><l n="235">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><l n="236">Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων</l><l n="237">ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων</l><l n="238">μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει</l><l n="239">ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.</l><l n="240">ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·</l><l n="241">στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα</l><l n="242">αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς</l><l n="243">δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.</l><milestone ed="p" n="244" unit="card"/><l n="244">ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς</l><l n="245">ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη</l><l n="246">φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.</l><l n="247">ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν</l><l n="248">τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.</l><l n="249">αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος</l><l n="250">ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν</l><l n="251">φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.</l><l n="252">ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς</l><l n="253">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·</l></q></div></div></body></text></TEI>